Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.213 Joseph. AJ 14.219 (English) >>Joseph. AJ 14.224

14.217

Μετὰ δὲ τὸν Γαΐου θάνατον Μᾶρκος Ἀντώνιος καὶ Πόπλιος Δολαβέλλας ὕπατοι ὄντες τήν τε σύγκλητον συνήγαγον καὶ τοὺς παρʼ Ὑρκανοῦ πρέσβεις παραγαγόντες διελέχθησαν περὶ ὧν ἠξίουν καὶ φιλίαν πρὸς αὐτοὺς ἐποίησαν, καὶ πάντα συγχωρεῖν αὐτοῖς σύγκλητος ἐψηφίσατο ὅσων τυγχάνειν ἐβούλοντο. 14.218παρατέθειμαι δὲ καὶ τὸ δόγμα, ὅπως τὴν ἀπόδειξιν τῶν λεγομένων ἐγγύθεν ἔχωσιν οἱ ἀναγινώσκοντες τὴν πραγματείαν. ἦν δὲ τοιοῦτον· 14.219

Δόγμα συγκλήτου ἐκ τοῦ ταμιείου ἀντιγεγραμμένον ἐκ τῶν δέλτων τῶν δημοσίων τῶν ταμιευτικῶν Κοΐντω Ῥουτιλίω Κοΐντω Κορνηλίω ταμίαις κατὰ πόλιν, δέλτῳ δευτέρᾳ καὶ ἐκ τῶν πρώτων πρώτῃ. πρὸ τριῶν εἰδῶν Ἀπριλλίων ἐν τῷ ναῷ τῆς Ὁμονοίας. γραφομένῳ παρῆσαν Λούκιος Καλπούρνιος Μενηνία Πείσων, 14.220Σερουίνιος Παπίνιος Λεμωνία Κούιντος, Γάιος Κανείνιος Τηρητίνα Ῥέβιλος, Πόπλιος Τηδήτιος Λευκίου υἱὸς Πολλία, Λεύκιος Ἀπούλιος Λευκίου υἱὸς Σεργία, Φλάβιος Λευκίου Λεμωνία, Πόπλιος Πλαύτιος Ποπλίου Παπειρία, Μᾶρκος Σέλλιος Μάρκου Μαικία, Λεύκιος Ἐρούκιος Λουκίου Στηλητίνα, Μᾶρκος Κούιντος Μάρκου υἱὸς Πολλία Πλανκῖνος, 14.221Πούπλιος Σέρριος Πόπλιος Δολοβέλλας Μᾶρκος Ἀντώνιος ὕπατοι λόγους ἐποιήσαντο περὶ ὧν δόγματι συγκλήτου Γάιος Καῖσαρ ὑπὲρ Ἰουδαίων ἔκρινεν καὶ εἰς τὸ ταμιεῖον οὐκ ἔφθασεν ἀνενεχθῆναι, περὶ τούτων ἀρέσκει ἡμῖν γενέσθαι, ὡς καὶ Ποπλίῳ Δολαβέλλᾳ καὶ Μάρκῳ Ἀντωνίῳ τοῖς ὑπάτοις ἔδοξεν, ἀνενεγκεῖν τε ταῦτα εἰς δέλτους καὶ πρὸς τοὺς κατὰ πόλιν ταμίας, ὅπως φροντίσωσιν καὶ αὐτοὶ εἰς δέλτους ἀναθεῖναι διπτύχους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.213 Joseph. AJ 14.219 (English) >>Joseph. AJ 14.224

Powered by PhiloLogic